Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.399 Joseph. BJ 7.407 (English) >>Joseph. BJ 7.413

7.404τῆς δὲ βοῆς αἴσθησις γίνεται τοῖς γυναίοις, κἀκ τῶν ὑπονόμων ἀναδῦσαι τὸ πραχθὲν ὡς εἶχε πρὸς τοὺς Ῥωμαίους ἐμήνυον, πάντα τῆς ἑτέρας ὡς ἐλέχθη τε καὶ τίνα τρόπον ἐπράχθη σαφῶς ἐκδιηγουμένης. 7.405οὐ μὴν ῥᾳδίως αὐτῇ προσεῖχον τῷ μεγέθει τοῦ τολμήματος ἀπιστοῦντες, ἐπεχείρουν

-- --

τε τὸ πῦρ σβεννύναι καὶ ταχέως ὁδὸν διʼ αὐτοῦ τεμόντες τῶν βασιλείων ἐντὸς ἐγένοντο. 7.406καὶ τῷ πλήθει τῶν πεφονευμένων ἐπιτυχόντες οὐχ ὡς ἐπὶ πολεμίοις ἥσθησαν, τὴν δὲ γενναιότητα τοῦ βουλεύματος καὶ τὴν ἐν τοσούτοις ἄτρεπτον ἐπὶ τῶν ἔργων ἐθαύμασαν τοῦ θανάτου καταφρόνησιν. 7.407

Τοιαύτης δὲ τῆς ἁλώσεως γενομένης ἐπὶ μὲν τοῦ φρουρίου καταλείπει φυλακὴν στρατηγός, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀπῆλθεν εἰς Καισάρειαν. 7.408οὐδὲ γὰρ ὑπελείπετό τις τῶν κατὰ τὴν χώραν πολεμίων, ἀλλʼ ἤδη πᾶσα διὰ μακροῦ τοῦ πολέμου κατέστραπτο πολλοῖς καὶ τῶν ἀπωτάτω κατοικούντων αἴσθησιν καὶ κίνδυνον ταραχῆς παρασχόντος. 7.409ἔτι δὲ καὶ περὶ Ἀλεξάνδρειαν τὴν ἐν Αἰγύπτῳ μετὰ ταῦτα συνέβη πολλοὺς Ἰουδαίων ἀποθανεῖν· 7.410τοῖς γὰρ ἐκ τῆς στάσεως τῶν σικαρίων ἐκεῖ διαφυγεῖν δυνηθεῖσιν οὐκ ἀπέχρη τὸ σώζεσθαι, πάλιν δὲ καινοτέροις ἐνεχείρουν πράγμασι καὶ πολλοὺς τῶν ὑποδεξαμένων ἔπειθον τῆς ἐλευθερίας ἀντιποιεῖσθαι, καὶ Ῥωμαίους μὲν μηδὲν κρείττους αὑτῶν ὑπολαμβάνειν, θεὸν δὲ μόνον ἡγεῖσθαι δεσπότην.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.399 Joseph. BJ 7.407 (English) >>Joseph. BJ 7.413

Powered by PhiloLogic